Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.222.1 | Hdt. 7.223.3 (English) | >>Hdt. 7.225.1 |
7.223.1
Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο , ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο · καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω · ἀπὸ γὰρ τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη τε ἐστὶ καὶ βραχύτερος ὁ χῶρος πολλὸν ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις .
7.223.2 οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν , καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες , ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι , ἤδη πολλῷ μᾶλλον ἢ κατʼ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος . τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο , οἱ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο .
7.223.3 τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων · ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα , αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες . πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο , πολλῷ δʼ ἔτι πλεῦνες κατεπατέοντο ζωοὶ ὑπʼ ἀλλήλων · ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου .
7.223.4 ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος , ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους , παραχρεώμενοί τε καὶ ἀτέοντες .
ch. 224
7.224.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.222.1 | Hdt. 7.223.3 (English) | >>Hdt. 7.225.1 |